Hebreus 9 (NTG-EV)
9,1 οὖν] + καὶ א A D K L P 075 0150 33 81 104 256 365 424 436 459 1241 1319 1573 1852 1912 1962 2127 2200 2464 Byz itar itb itcomp itd vg syh arm
9,1 πρώτη] πρώτη σκηνὴ 6mg 81 104 326 365 629 630 2464 al vgms boms
2 Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων[3], ἥτις λέγεται Ἅγια[4]·
3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων[5],
4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
9,2–4 ἄρτων ... χρυσοῦν ἔχουσα θυμιατήριον καὶ] ἄρτων καὶ τὸ χρυσοῦν θυμιατήριον ... ἔχουσα B samss fay ethro
9,2 Ἅγια] Ἅγια Ἁγίων 𝔓46 A D* itd ite vgmss • τὰ ἅγια B
9,3 Ἅγια Ἁγίων] τὰ ἅγια τῶν ἁγίων א2 B D2 K L 0278 1241 1505 • ἅγια τῶν ἁγίων P 1739
6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθʼ ἣν[6] δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα[7] σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
9,9 ἣν] ὃν D2 Byz (itd) syh bo
9,10 δικαιώματα] δικαίωμα D* itd ite • καὶ δικαιώματα א2 B 424c 451 2492 itcomp* • καὶ δικαιώμασιν D2 K L 075 0150 88 181 326 330 365 424* 614 629 630 1241 1319 1852 1877 1962 1984 1985 2200 2495 Byz Lect vg syh geo slav
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων[8] ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
12 οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
9,11 γενομένων] μελλόντων א A D2 Ivid K L P 69 1424
13 Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου[9] ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν[10] ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
9,14 αἰωνίου] ἁγίου א2 D* P 81 104 365 424* 436 459 629 630 1319 1852 1912 1962 2200 2464 itar itcomp itd vg sypal(ms) samss bo fay slav
9,14 ἡμῶν] ὑμῶν א D2 L 0150 33 81 88 104 181 256 263 326 330 424 436 459 629 630 1241 1573 1739c 1852 1881 1962 2127 2200 2464 2495 Byz Lect syh sypal sa arm geo slav • αὐτῶν fay • om. 614
15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε[11] ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
9,17 μήποτε] μὴ τότε א* D* 075*vid eth
18 Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων[12] μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
20 λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός·
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
22 Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
9,19 μόσχων] μόσχων καὶ τῶν τράγων 𝔓17 א* A C 81 326 436 451 629 1912 2464 2492 l1441 samss arm geo slav • μόσχων καὶ τράγων P 075 33 88 104 256 263 330 424 459 614 630 1573 1962 2127 2200 Byz Lect bo fay eth • τράγων καὶ τῶν μόσχων 𝔓130 D 365
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
24 Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
25 οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας[13] διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
9,26 ἁμαρτίας] τῆς ἁμαρτίας א A D2 I P 33 81 104 365 630 pc • ἁμαρτιῶν D*
27 Καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
28 οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν[14].
9,28 ἀπεκδεχομένοις] + διὰ πίστεως 38 68 218 256 263 330 436 440 462 823 1837 al arm • σωτηρίαν] + διὰ πίστεως A P 1245 1898 syh
