Hebreus 7 (TGNT)
1 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ[1] συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων[2] ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
7,1 ὁ] ὅς א A B C3 D I K 0278 33
7,2 πάντων] παντός B • παντὸς αὐτῷ 𝔓46 S:P
7,4 οὗτος] om. D* 67** 1739
7,4 ᾧ δεκάτην] ᾧ καὶ δεκάτην א A C D2 K L P Ψ 0278 33 81 104 365 630 1175 1241 1505 Byz lat syh
5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ[1], καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν[2].
7,6 Ἀβραάμ] τὸν Ἀβραάμ א2 A D1 K L P Ψ 0278 81 104 365 630 1175 1241 1505 1739 1881 Byz Epiph
7,6 εὐλόγηκεν] εὐλόγησεν A C P Ψ 0278 81 104 365 1505 1739 1881
7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ[1].
7,10 Μελχισέδεκ] ὁ Μελχισέδεκ A C3 D2 K L P 33 81 104 630 1175 1241 1881 Byz
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν[1], ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν[2] τῷ θυσιαστηρίῳ·
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν[3].
7,13 μετέσχηκεν] μετέσχεν 𝔓46
7,13 προσέσχηκεν] προσέσχεν 𝔓46 A C 33 81 1739 • μετέσχεν P • μετέσχηκεν K
7,14 περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν] περὶ ἱερέων οὐδὲν ἐλάλησεν Μωϋσῆς 0278 • περὶ ἱερέων Μωϋσῆς οὐδὲν ἐλάλησεν 𝔓46 א* 104 • οὐδὲν περὶ ἱερέων Μωϋσῆς ἐλάλησεν 81 1739 1881 lat • οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν D2 K L 630 1175 1241 (C3 Ψ 1505) Byz
