Ir para o conteúdo principal

JSON Variables

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 6 (NTG-EV)

6

1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν,

2 βαπτισμῶν διδαχῆς[1], ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε[2] νεκρῶν καὶ κρίματος αἰωνίου.

3 καὶ τοῦτο ποιήσομεν[3] ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.

6,2 διδαχῆς] διδαχὴν 𝔓46 B 0150 itd (ite) syrpal (eth) Ambrosevid SBLGNT WH

6,2 τε] – B D* P 365 pc vgms cop WH

6,3 ποιήσομεν] ποιήσωμεν A C D P Ψ 075 0150 81 104 263 326vid 330 365 436 451 459 1319 1852 1877 1912 1962 1985 2464 2495 Byzpt Lectpt itdiv vgms arm slav Chrysostom Euthalius Theodoretcomm John-Damascus RP

4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου,

5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,

6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.

7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις[4] ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ[5]·

8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.

6,7 ἐρχόμενον πολλάκις 𝔓46 א B 0252] πολλάκις ἐρχόμενον A C; edd. RP TR | πολλάκις τὸν ἐπ’ αὐτῆς ἐρχόμενον 𝔓89

6,7 ἀπὸ τοῦ θεοῦ] – D Ψ 0122 pc

9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί[6], τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·

10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης[7] ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.

11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,

12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

6,9 ἀγαπητοί] ἀδελφοί א* Ψ 0122c pc sy | ἀγαπητοὶ ἀδελφοί 257 r vgms Aug

6,10 καὶ τῆς ἀγάπης] καὶ τοῦ κόπου τῆς ἀγάπης D2 K L 69mg 1424 Byz RP TR

13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ,

14 λέγων· Εἰ μὴν[8] εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·

15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.

6,14 εἰ μὴν 𝔓46 א A B C SBLGNT NA28 THGNT WH] ἦ μὴν Byz RP TR

16 Ἄνθρωποι[9] γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·

17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς[10] ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,

18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν[11], ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.

6,16 ἄνθρωποι 𝔓46 𝔓89 א A B D* P 81 1739 1881 2495 pc it vg copsa] ἄνθρωποι μὲν C D1 Byz copbo; RP TR. A ausência de μέν possui apoio antigo e diversificado e evita uma partícula correlativa sem δέ correspondente. Mantém-se ἄνθρωποι.

6,17 βουλόμενος ὁ θεὸς] ὁ θεὸς βουλόμενος 𝔓46 𝔓89vid D 323 itar vgms. Mantém-se a ordem majoritariamente transmitida e adotada pelas principais edições.

6,18 θεόν B D Ψ Byz Eusebius; SBLGNT WH RP TR] τὸν θεόν 𝔓46 א A C P 33 1739 1881 2495 pc; NA28 [τὸν]. A leitura com artigo possui apoio antigo e expressivo, mas a forma anartrosa apresenta distribuição independente ampla e pode explicar a expansão por explicitação sintática. Como a evidência interna não resolve o locus de maneira segura, mantém-se θεόν.

19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ[12] τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,

20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

6,19 ἀσφαλῆ SBLGNT NA28 WH THGNT RP TR] ἀσφαλῆν A C D* P; ἀσφαλήν Treg

Pro Blogger Templates