Hebreus 3 (NTG-EV)
1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν1,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν2 τῷ οἴκῳ αὐτοῦ.
3 πλείονος γὰρ οὗτος δόξης3 παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα4 κατασκευάσας θεός.
5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ5 οἶκός ἐσμεν ἡμεῖς, ἐὰν6 τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος7 κατάσχωμεν.
Nota 1 — 3.1 Ἰησοῦν 𝔓13 𝔓46 א A B C D 33 81 1739; NA28 SBL THGNT WH ] Ἰησοῦν Χριστόν Ψ Byz; RP • Χριστὸν Ἰησοῦν TR.
Nota 2 — 3.2 ἐν τῷ οἴκῳ 𝔓13 𝔓46 B; SBL ] ἐν ὅλῳ τῷ οἴκῳ א A C D Ψ 33 81 1739 Byz; NA28 THGNT WH RP TR.
Nota 3 — 3.3 οὗτος δόξης 𝔓46vid א A B C D Ψ; NA28 SBL THGNT WH ] δόξης οὗτος 𝔓13 33 81 1739 Byz; RP TR.
Nota 4 — 3.4 πάντα 𝔓13 𝔓46 א A B C D 33 1739; NA28 SBL THGNT WH ] τὰ πάντα Ψ Byz; RP TR • θεὸς κατασκευάσας πάντα 𝔓116vid.
Nota 5 — 3.6 οὗ 𝔓13 א A B C Ψ 33 81 Byz; NA28 THGNT WH RP TR ] ὅς 𝔓46 D* 0121b 88 424c 1739 itar,b,d vg; SBL.
Nota 6 — 3.6 ἐὰν 𝔓13 אc1 B D 33 1739 1881; SBL THGNT WH ] ἐάνπερ 𝔓46 אc2 A C Ψ Byz; NA28 RP TR • κἄν א*.
Nota 7 — 3.6 ἐλπίδος κατάσχωμεν 𝔓13vid 𝔓46 B; NA28 SBL THGNT ] ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν א A C D Ψ 33 81 1739 Byz; WH RP TR.
7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9 οὗ ἐπείρασαν8 οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ9 καὶ εἶδον τὰ ἔργα μου
10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ10 καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Nota 8 — 3.9 ἐπείρασαν 𝔓13 𝔓46 א* A B C D* 0243 33 81 1739 1881 pc; NA28 SBL THGNT WH ] ἐπείρασάν με א² D² K L Ψ 0278 104 630 1241 Byz; RP TR.
Nota 9 — 3.9 ἐν δοκιμασίᾳ 𝔓13 𝔓46 א* A B C D* 0243 33 81 1739 1881 pc; NA28 SBL THGNT WH ] ἐδοκίμασάν με א² D² K L Ψ 0278 104 630 1241 Byz; RP TR.
Nota 10 — 3.10 ταύτῃ 𝔓13 𝔓46 א A B D* 0243 6 33 1739 1881 pc; NA28 SBL THGNT WH ] ἐκείνῃ C D² Ψ Byz; RP TR.
12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν11 ἀπάτῃ τῆς ἁμαρτίας·
14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν12, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν13, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν14;
19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.
Nota 11 — 3.13 τις ἐξ ὑμῶν 𝔓13 א A C H P Ψ 0243 33 81 104 629 1241 1739 1881 2464 al it vg; NA28 SBL WH TR ] ἐξ ὑμῶν τις B D Byz syrh; RP THGNT.
Nota 12 — 3.14 τοῦ Χριστοῦ γεγόναμεν 𝔓13 𝔓46 א A B C D; NA28 SBL THGNT WH ] γεγόναμεν τοῦ Χριστοῦ Byz; RP TR. Após ὑποστάσεως, A acrescenta αὐτοῦ.
Nota 13 — 3.17 ἁμαρτήσασιν 𝔓13 𝔓46 א B C; NA28 SBL RP TR THGNT WH ] ἀπειθήσασιν A. A leitura de A aproxima lexicalmente o versículo seguinte.
Nota 14 — 3.18 ἀπειθήσασιν 𝔓13 א A B C; NA28 SBL RP TR THGNT WH ] ἀπιστήσασιν 𝔓46.
