Ir para o conteúdo principal

JSON Variables

Hebreus 13 (NTG-EV)

1 Ἡ φιλαδελφία μενέτω.

2 Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

3 Μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.

4 Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ[1] καὶ μοιχοὺς κρινεῖ ὁ θεός.

5 Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω[2].

6 Ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ[3] οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;

13.4 γὰρ 𝔓46 א A D* P 0243 81 365 1175 1739 pc it vg; WH Treg SBL NA28 THGNT ] δὲ C D² Ψ Byz; RP TR

13.5 ἐγκαταλίπω D* 81 326 365 629 630 945 1175 1241 2495 al; WH Treg SBL NA28 ] ἐγκαταλείπω 𝔓46 א A C D² 0243 Byz; THGNT RP

13.6 καὶ 𝔓46 א² A C² D Ψ 0243 Byz; NA28 THGNT RP TR ] – א* C* P 33 1175 1739 pc it vg syr; WH SBL

7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.

8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

9 Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε[4]· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες[5].

13.9 παραφέρεσθε 𝔓46 א A C D M Byz; WH Treg SBL NA28 THGNT RP ] περιφέρεσθε K L al; TR

13.9 περιπατοῦντες 𝔓46 א* A D* cop; WH Treg SBL NA28 THGNT ] περιπατήσαντες א² C D² Ψ 0243 Byz syr; RP TR

10 Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.

11 Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.

12 Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν[6].

13 Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.

14 Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.

15 Δι’ αὐτοῦ οὖν[7] ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.

16 Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

13.12 ἔξω τῆς πύλης ἔπαθεν A C; SBL NA28 THGNT WH RP ] ἔξω τῆς παρεμβολῆς ἔπαθεν 𝔓46; ἔξω τῆς πύλης τῆς παρεμβολῆς ἔπαθεν 𝔓126; ἔξω τῆς πύλης א (– ἔπαθεν)

13.15 οὖν א² A C D¹ K 69 1424 Byz; SBL NA28 THGNT RP TR ] – 𝔓46 א* D* P Ψ; WH

17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.

18 Προσεύχεσθε περὶ ἡμῶν· πειθόμεθα[8] γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.

19 Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.

13.18 πειθόμεθα 𝔓46 A C* D* M 17 67** 137 it; WH Treg SBL NA28 UBS5 THGNT ] πεποίθαμεν Byz; RP TR

20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,

21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ[9] εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν[10] τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας[11]· ἀμήν.

13.21 παντὶ ἀγαθῷ א D* Ψ; WH SBL NA28 UBS5 THGNT ] τῷ ἀγαθῷ 𝔓46; παντὶ ἔργῳ ἀγαθῷ C D² 0150 0243 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz; Treg RP TR; παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ A

13.21 ἡμῖν 𝔓46 א A D 0243 33 81 104 365 424* 436 459 1175 1241 1739 1852 1881 1912 1962; WH SBL NA28 UBS5 THGNT ] ὑμῖν C Ψ 0150 6 256 263 424c 1319 1573 2127 2200; RP TR

13.21 εἰς τοὺς αἰῶνας 𝔓46 C² D Ψ 6 104 256 263 365 436 459 1241 1319 1573 2127; SBL ] + τῶν αἰώνων א A C* 0150 0243 33 81 424 1739 1852 1881 1912 1962 2200 Byz; WH Treg THGNT RP TR; NA28 UBS5 [τῶν αἰώνων]

22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.

23 Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν[12] Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.

24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους[13]. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.

25 Ἡ χάρις μετὰ πάντων ὑμῶν[14].

13.23 ἡμῶν 𝔓46 א A C D* 0243 1739; WH Treg SBL NA28 THGNT ] – Byz; RP TR

13.24 πάντας … καὶ πάντας τοὺς ἁγίους א A C al; WH SBL NA28 THGNT RP TR ] – πάντας 𝔓46; – καὶ πάντας τοὺς ἁγίους 𝔓46*, restit. 𝔓46c

13.25 ὑμῶν 𝔓46c א A C D al ] + ἀμήν א² A C D H Ψ 0243 1739 1881 Byz lat syr bo; Treg THGNT RP TR; – ἀμήν 𝔓46 א* Ivid 6 33 sa; WH SBL NA28

Pro Blogger Templates